Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.32 Dem. 20.34 (English) >>Dem. 20.38

20.33τοσούτου τοίνυν δεῖ ταύτην ἀποστερῆσαι τὴν δωρειὰν τὴν πόλιν, ὥστε προσκατασκευάσας ἐμπόριον Θευδοσίαν, φασιν οἱ πλέοντες οὐδʼ ὁτιοῦν χεῖρον εἶναι τοῦ Βοσπόρου, κἀνταῦθʼ ἔδωκε τὴν ἀτέλειαν ἡμῖν. καὶ τὰ μὲν ἄλλα σιωπῶ, πόλλʼ ἂν ἔχων εἰπεῖν, ὅσʼ εὐεργέτηκεν ὑμᾶς οὗτος ἁνὴρ καὶ αὐτὸς καὶ οἱ πρόγονοι· ἀλλὰ πρωπέρυσιν σιτοδείας παρὰ πᾶσιν ἀνθρώποις γενομένης οὐ μόνον ὑμῖν ἱκανὸν σῖτον ἀπέστειλεν, ἀλλὰ τοσοῦτον ὥστε πεντεκαίδεκʼ ἀργυρίου τάλαντα, Καλλισθένης διῴκησε, προσπεριγενέσθαι. 20.34τί οὖν οἴεσθʼ, ἄνδρες Ἀθηναῖοι, τοῦτον τὸν τοιοῦτον περὶ ὑμᾶς γεγενημένον, ἐὰν ἀκούσῃ νόμῳ τὴν ἀτέλειαν ὑμᾶς ἀφῃρημένους αὐτὸν καὶ μηδʼ ἂν μεταδόξῃ ποτὲ ψηφισαμένους ἐξεῖναι δοῦναι; ἆρʼ ἀγνοεῖθʼ ὅτι αὐτὸς νόμος οὗτος ἐκεῖνόν τʼ ἀφαιρήσεται τὴν ἀτέλειαν, κύριος ἂν γένηται, καὶ ὑμῶν τοὺς παρʼ ἐκείνου σιτηγοῦντας; 20.35οὐ γὰρ δήπου τοῦτό γʼ ὑπείληφεν οὐδείς, ὡς ἐκεῖνος ὑπομενεῖ ἑαυτῷ μὲν ἀκύρους εἶναι τὰς παρʼ ὑμῶν δωρειάς, ὑμῖν δὲ μένειν τὰς παρʼ ἑαυτοῦ. οὐκοῦν πρὸς πολλοῖς οἷς βλάψειν ὑμᾶς νόμος φαίνεται, καὶ προσαφαιρεῖταί τι τῶν ὑπαρχόντων ἤδη. εἶθʼ ὑμεῖς ἔτι σκοπεῖτʼ εἰ χρὴ τοῦτον ἐξαλεῖψαι, καὶ οὐ πάλαι βεβούλευσθε; ἀνάγνωθι λαβὼν αὐτοῖς τὰ ψηφίσματα τὰ περὶ τοῦ Λεύκωνος.Ψηφίσματα



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.32 Dem. 20.34 (English) >>Dem. 20.38

Powered by PhiloLogic